Ancient Greek
11957.rctr.1 to 11957.rctr.19
Documentary Papyri, SB 14 11957.rctr.1-19
Not analysed yet
ὁ ἐπιφανέστατος Φωνην βασιλεὺς Βλεμμύων Αβουρνι βασιλεῖ Νουβάδων καὶ Νακασε καὶ Μοϋσῇ τοῖς υἱοῖς σου. πολλὰ προσαγορεύω ἐν πρώτοις τὴν βασιλείαν μετὰ πάντων τῶν τῆς χώρας, καὶ τὴν σωτηρίαν τοῦ ὄχλου σου, ἥτις πάνυ τὸ πρῶτόν ἐστι, ἐν θεῷ εὔχομαι. νῦν γράφω σοι τῇ σῇ ἀρετῇ σου, ἐπειδὴ ἔγραψάς μοι ὅτι· μέγας ὁ ἄνθρωπος ὅς ἐστι τῷ γένει μέγας. ὅπως καὶ γὰρ σὺ δέ, ἔχω παῖδα καὶ καὶ ἐγώ. ἔχω μὲν παῖδα Βρεειτεκ καὶ τοὺς ἀδελφοὺς Ειενει καὶ ἄλλα πολλὰ κράτη. ἀλλὰ μὴ νόμιζε ὅτι οὔκ εἰμι εὐγενέστατος. καὶ γὰρ ταῦτα ὅλα ἃ ἐγενόμεθα οὐδεὶς ὁρᾷ εἰ μὴ ὁ θεός. καὶ τὸν μέν παῖδα Βρεειτεκ καὶ τοὺς ἀδελφοὺς Ειενει ἤθελον ἐπιζητεῖν τὸν θάνατον Ειενει. καὶ μετὰ ταῦτα ὁ πρεσβευτής σου ἠπάντησέ μοι ἐνταῦθα καὶ ἐκάλεσα Βρεειτεκ καὶ τοὺς ἀδελφοὺς Ειενει καὶ ἐκώλυσα αὐτούς. οὐ δύναταί τίς ποτε πολεμῆσαι χωρὶς κελεύσεώς μου. ἀλλὰ τάχα οἱ ἄνθρωποί σου οὐχ ὑπακούουσί σοι, ἀλλὰ τῶν ἀνθρώπων ἀκούεις τὰ ῥήματα; καθὼς ἔγραψάς μοι ὅτι, θέλω ὁμόνοιαν ἔχοντες μεταξὺ ἀλλήλων κοινωνῶμεν τὰ βοΐδιά μου μετὰ βοϊδίων σου, βόσκοντες μετʼ ἀλλήλων καὶ τὰ πρόβατα, πάνυ ἐφίλησα. ἐὰν θελήσῃς, ἐγὼ καὶ σὺ παραμείνωμεν καλῶς εἰς τὴν οἰκίαν ἡμῶν. καὶ γὰρ πρῶτον Σιλκω ἐνίκησε καὶ ἔλαβε Τάλμεως, σήμερον δὲ ἐνίκησας καὶ ἔλαβες Τάλμιν. πρῶτον Σιλκω ἔλαβε καὶ ἐκώλυσε τὰς χώρας ἡμῶν, σήμερον δὲ ἐνίκησας καὶ ἔλαβες Τάλμιν. πρῶτον Σιλκω εἶπεν ὅτι, δός μοι πρόβατα καὶ βοΐδια καὶ καμήλια ἱκανά, ἵνα ἀποδοθῶσιν αἱ χῶραι ὑμῶν, καὶ ἔδωκα αὐτὰ ὅλα καὶ ἐχλεύασεν καὶ ἐκώλυσεν ἡμᾶς. καὶ ἔγραψα πρὸς Ειενει διὰ τὴν εἰρήνην καὶ ἔπεμψα τοὺς πρεσβευτὰς μεθʼ ὅρκων καὶ ἐχλεύασεν καὶ ἐφόνευσε φύλαρχον καὶ ὑποτύραννον καὶ ἔλαβε τοὺς προφήτας ἐν τῷ τόπῳ Φωνταυου. ἀλλὰ ἔξεστιν πόλεμος γενέσθαι, ἀλλὰ οὐκ ἐξὸν ἐχλεύασε τοὺς ἀνθρώπους καὶ ἐφόνευσε τοὺς ἀνθρώπους μεθʼ ὅρκων. καὶ γὰρ διὰ τὰ γενόμενα Σιλκω οἷς ἐχλεύασεν Ειενει, διὰ τοῦτο ἐλυπήθην καὶ κατῆλθα καὶ ἐπολέμησα. καὶ γὰρ τὰ ῥήματα Σιλκω καὶ Ειενει παρῆλθε. τάχα τὴν τύχην Ειενει καὶ Σιλκω δύνωμεν μετʼ ἀλλήλων; ἄρτι γὰρ ἐγὼ καὶ σύ, ὡς ἀδελφὸς καὶ ὡς μειζότερος, ποιήσομεν καλὸν χρόνον μετʼ ἀλλήλων. ἀναχώρησον ἀπὸ τῆς χώρας ἡμῶν καὶ πέμψον τοὺς θεοὺς εἰς τὸ ἱερόν, ἵνα ἐγὼ καὶ σὺ ποιήσωμεν καλὸν