Ancient Greek
SB 14 11971
Documentary Papyri, SB 14 11971
Not analysed yet
ἔτους ιε Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Χυὰχ ϛ. διέγραψεν Ἀβοῦτι καὶ μετόχοις πράκτορσι ἀργυρικῶν κώμης Σοκνοπαίου Νήσου Ἀνκῶφις Παβοῦτος διέγραψεν ὑπὲρ ἀπορικῶν δραχμὰς δώδεκα γίνονται δραχμαὶ ιβ· Παῦνι α ὁμοίως ἄλλας δραχμὰς δώδεκα, γίνονται δραχμαὶ ιβ· Παῦνι κθ ὁμοίως ἄλλας δραχμὰς δώδεκα ὀβολοὺς κδ, γίνονται δραχμαὶ ιβ ὀβολοὶ κδ· Ἐφῖπ λ ὁμοίως ἄλλας δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η· Θὼθ ϛ ὁμοίως ὑπὲρ ιε ἔτους ἄλλας δραχμας δώδεκα, γίνονται δραχμαὶ ιβ· Θὼθ λ ὁμοίως ὑπὲρ ιε ἔτους ἄλλας δραχμὰς δέκα καὶ ἕξ, γίνονται δραχμαὶ ιϛ· Φαῶφι λ ὁμοίως ὁ αὐτὸς Ἀνκωφις ἄλλας δραχμὰς δώδεκα, γίνονται ιβ· Ἁθὺρ κθ ὁμοίως ὁ αὐτὸς ὑπὲρ ιε ἔτους Ἀνκῶφις ὀκτὼ, γίνονται δραχμαὶ η· Χυὰς λ ὁμοίως ὁ αὐτὸς Ἀνκῶφις ὑπὲρ ἀπορικῶν τοῦ ιε ἔτους ἄλλας δραχμὰς ὀκτὼ, γίνονται δραχμαὶ η. ἔτους ιϛ Τῦβι λ Ἀνκῶφις ὑπὲρ ἀπορικῶν τοῦ ιϛ ἔτους δραχμὰς δώδεκα, γίνονται ιβ· Φαρμοῦθι λ ὁμοίως ὁ αὐτὸς δραχμὰς ιβ.