Ancient Greek
SB 14 11992
Documentary Papyri, SB 14 11992
Not analysed yet
ἀσφαλὲς Ὡρουωχίῳ, ὃ αὐτὸς μεταλ… τὸ …ανηρο…μα…ποιθ… ῥηθέντων καὶ λαληθέντων, ἐδήλωσεν Θεοδοσίῳ ἵνα πέμψῃ εἰς αὐτὸν Παπνοῦθιν τὸν ἀπὸ νουμεραρίων. καταξιώσῃ οὖν ἡ σὴ μεγαλόνοια δηλῶσαι εἰ βούλεται ἵνα διαλεχθῶμεν αὐτῷ περὶ τῆς σῆς λαμπρότητος ἢ μή, καὶ πῶς ὀφείλομεν αὐτῷ λαλῆσαι. μὰ τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα, οὐτε παρήμην ὅτε ἐλάλησεν αὐτῷ Ὡρουωχις, οὔτε μετα…ωμη…μησομενων εἵλετο Παπνοῦθιν, ἀλλʼ ὀδαξᾷ ἐμὲ λυπηθεὶς ἐπὶ τοῖς τὰ …απ…ασαλ…ι, ὀδαξᾷ γέ με εὔνους Αἰόλῳ ὢν …οὖν ὁ λαμπρότατος Ἰωάνις κ…ρω…ν ὑμῖν μήπως, ἀφεὶς αὐτὸν διαλεχθῆναι καὶ περὶ ὑμῶν, διὰ τάχους τὰ ἀντίγραφα μεταλάβῃ σήμερον.