Ancient Greek
SB 14 11999
Documentary Papyri, SB 14 11999
Not analysed yet
Ἀνουβίων στρατηγὸς …διὰ Ἀπολλωνίου γραμματέως ἀμφοδογραμματεῦσι Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς χαίρειν. ἐπιστολῆς γραφείσης μοι ὑπὸ Σουβατιανοῦ Ἀκύλου τοῦ λαμπροτάτου ἡγεμόνος περὶ Ἰσιδώρου τοῦ καὶ Χαιρέου πληρώσαντος χρόνον καταδίκης καὶ ἀπολυθέντος τὸ ἀντίγραφον ἐπιστέλλεται ὑμῖν ἵνʼ εἰδῆτε καὶ ὅ τι ἀκόλουθά ἐστιν πράξητε. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. ἔτους ιη Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς καὶ Πουβλίου Σεπτιμίου Γέτα Σεβαστῶν Μεχεὶρ λ ἀντίγραφον· Σουβατιανὸς Ἀκύλας Ἀνουβίωνι …