Ancient Greek
SB 14 12024
Documentary Papyri, SB 14 12024
Not analysed yet
Ταπαῖς Σαραπάμμωνι τῶι ἀδελφῶι χαίρειν. καλῶς ποιήσεις γενόμενος σὺν τῇ ἀδελφῇ σου εἰς τὴν οἰκίαν τῆς θυγατρὸς Ἀμμωνίλλας καὶ αἰτήσας τὰς δύο κάμπτρας ἃς ἔχουσί μου καὶ δέξασθαι παρὰ Θερμουθίου τὸ περιδέξιον ὃ ἔσχεν παρʼ ἐμοῦ. οὐ γὰρ Ἡρω… αὐτὸ ἔσχεν παρʼ ἐμοῦ, ἀλλὰ Θερμοῦθις. ἐπιμελές σοι …ἀλλὰ πέμψον ἡμῖν τι ὃ ἐὰν …ἐρρῶσθαί σε εὔχομαι. Σαραπάμμωνι παρὰ Ταπαίδος.