Ancient Greek
SB 14 12080
Documentary Papyri, SB 14 12080
Not analysed yet
κυρίᾳ μου συμβίᾳ Ἴσι Ψάεις χαίρειν. πρὸ μὲν πάντων εὔχομαι τῷ θεῷ περὶ τῆς ὁλοκληρίας σου. ἔπεμψα σοι στρώματα δύο καὶ λίτρας δύο πορφύριον καὶ ταλάρους ἓξ καὶ σαβακάτια δύο διὰ Μούει. ἄν τίς σοι δώσῃ τὴν ἐπιστολήν μου δέξαι ἀπʼ αὐτοῦ ἀγγεῖον ἐλαδίου καὶ τὸ σάγμα τοῦ ὄνου καὶ κανθήλιον. ἀσπάζομαι Ἄρσιν. ἀσπάζομαι Παῦλον. ἀσπάζομαι Τα…άειν σὺν τέκνοις. ἀσπάζεται …ἀπόδος Ἴσι συμβίᾳ παρὰ Ψάει ἄπα Βορεῦ.