Ancient Greek
SB 14 12083
Documentary Papyri, SB 14 12083
Not analysed yet
…μιλι… Ὡρείωνι τῶι φιλτάτωι χαίρειν. τὸ σήκωμα ὃ ἔλεγες δεδωκέναι τῷ Ὀρνειθᾷ τῷ καμηλίτῃ, ἐὰν μὴ ἦν ἤδη παρακομιστὸν ἐνθάδε, σὺ ἀνερχόμενος ἐνθάδε σπούδασον αὐτὸ παρακομίσαι, ἐπεὶ ὡς οἶδας ἡ χρεία αὐτοῦ κατεπείγει. ὅρα οὖν μὴ ἀμελήσῃς. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε.