Ancient Greek
SB 14 12085
Documentary Papyri, SB 14 12085
Not analysed yet
τῷ δεσπότῃ μου διὰ πάντα τιμιωτάτῳ καὶ αἰδεσιμωτάτῳ πατρὶ Εὐτροπίῳ Ἀλέξανδρος. ἐλθόντος τοῦ ἀδελφοῦ Ἀννιανοῦ ἐν τῷ Φαι καὶ πεπρακότος τὰ οἰνάρια εἶπον αὐτῷ περὶ τῶν ὁλοκοττίνων καθώς μοι εἶπας ἵνα πεμφθῶσιν ἐν Ἀλεξανδρείᾳ καὶ εἶπον ὡς ὅτι ἔγραψας αὐτῷ ἵνα ἐνέγκῃ αὐτὰ μεθʼ ἑαυτοῦ. γίγνωσκε δὲ ὅτι ὤχλησα Ἡρακλείῳ ἅμα Ἀννιανῷ καὶ οὐδέν μοι δέδωκεν. περὶ δὲ τῆς ἀποθήκης πολλὰ ἐποίησεν ὁ Κοπρῆς κωλύων τὴν ἀποθήκην ἀνοιγῆναι καὶ πολλὰ ἐποιήσαμεν ἐγὼ καὶ ὁ ἀδελφὸς Θεόπεμπτος ἵνα ποιήσωμεν αὐτὴν ἀνοιγῆναι. ἐποιήσαμεν δὲ Ἄλφιον δοῦναι λίτρας φ …ερ…ειτ…