Ancient Greek
SB 14 12101
Documentary Papyri, SB 14 12101
Not analysed yet
Πτολεμαῖος Μακεδὼν τῶν Μητροφάνους τῆς δευτέρας ἱππαρχίας ἑβδομηκοντάρουρος Δημητρίωι ὑπηρέτῃ τῆς δευτέρας ἱππαρχίας ἑξηκονταρούρωι χαίρειν. ἔχω παρὰ σοῦ τὰ ἐκφόρια τοῦ τετάρτου ἔτους οὗ ἐμίσθωσά σοι ἐπὶ τῶν μνημόνων σὺν οἷς μεμέτρηκας ὑπὲρ ἐμοῦ εἰς τὸ βασιλικὸν τοῦ τετάρτου ἔτους. ἔρρωσο. ἔτους ε Παῦνι κγ.