Ancient Greek
SB 14 12107
Documentary Papyri, SB 14 12107
Not analysed yet
χαίροις κύριέ μου Θέων παρὰ Χαιρήμονος. ἔγραψα σοι ὡς εἰληφὼς τιμὴν δύο …ταλάντων πίσσης παρὰ τοῦ υἱοῦ του κεραμέως, παρόντος καὶ Παμφίλου. μὴ ἀντειπόντος οὖν τοῦ κεραμέως, ἀπέστη ὡς τη…ης ἐρχομένου παραλαβεῖν τὴν πίσσαν. ἐλθόντος οὖν τοῦ Σερήνου ἑτοίμου ἐπὶ τὴν παράλημψιν παραγενομένων ἡμῶν ἐπὶ τὸ κεραμεῖον ὁ κεραμεὺς ἀντεῖπεν καὶ ἐπέσχε ἡμᾶς δοῦναι τὴν πίσσαν λέγων ὅτι χρῄζω αὐτῆς. μέχρι τούτου οὖν ἀπόκειται ὑπὸ σφραγῖδά μου ἐν τῷ κεραμείῳ. ἵνʼ οὖν εἰδῇς, γράφω σοι ἀποδόμενος τὴν τιμὴν ἣν εἴληφα παρὰ Σερήνου. ἐξέβη δὲ …Θέων α ληνοῦ τετράχωρα ψκ διπλᾶ ι β ληνοῦ ὁμοίως τετράχωρα ωμζ διπλᾶ ι. ἐβάρησεν δὲ ἡμᾶς τὸ τῶν ἀναλωμάτων διὰ τὸ πάντας ὁμοῦ τετρυγηκέναι καὶ μὴ ἡμᾶς ἀνθρώπους εὐχερῶς εὑρίσκειν. τὰς δὲ ἄλλας ληνοὺς παυσομένων ἡμῶν δηλώσω σοι. περὶ δὲ τῶν ἔργων πάντων ἀμέριμνος γίνου. ἔπεμψά σοι καὶ νῦν ἄλλα κοῦφα ἀριθμῷ χ. ἐρρῶσθαί σε εὔχομαι. παρὰ Χαιρήμονος ἀπόδος Θέωνι