Ancient Greek
SB 14 12109
Documentary Papyri, SB 14 12109
Not analysed yet
μετὰ τὴν ὑπατείαν τῶν δεσποτῶν ἡμῶν Οὐάλεντος τὸ ε καὶ Οὐαλεντινιανοῦ Νέου τὸ α τῶν αἰωνίων Αὐγούστων Μεχὶρ ιθ. ὁμολογεῖ Αὐρήλιος Αὐνῆς Κάστωρος μητρὸς Ἄλιττος ἀπὸ κώμης Καρανίδος Αὐρηλίῳ Μέλᾳ Πνᾶς μητρὸς Κυριλλοῦτος ἀπὸ τῆς αὐτῆς κώμης Καρανίδος ἔχειν παρʼ αὐτοῦ τὸν ὁμολογοῦντα Αὐνῆν τὴν συμφωνηθεῖσαν τιμὴν σίτου καθαροῦ ἀρταβῶν ἐννέα ,ἅσπερ ἐπάναγκον ἀποδώσει τῷ Μέλᾳ μηνὶ Παῦνι τῆς ἕκτης ἰνδικτίονος ἐν κώμῃ Καρανίδι μέτρῳ τετραχοινίκῳ, ἐπὶ δὲ τῆς ἀπαιτήσεως γίνεσθαι τῷ Μέλᾳ τὴν πρᾶξιν ἔκ τε τοῦ ὁμολογοῦντος Αὐνῆ καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πάντων καθάπερ ἐκ δίκης, καὶ ἐπερωτηθεὶς ὡμολόγησεν. Αὐρήλιος Αὐνῆς Κάστωρος ἔσχον παρὰ τοῦ Μέλα τὴν συνφωνηθεῖσαν τιμὴν σίτου καθαροῦ ἀρταβῶν ἐννέα καὶ ἀποδώσω τῇ προθεσμίᾳ ὡς πρόκιται. Αὐρήλιος Ἀπολλώνιος Νεμεσίνου ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος. διʼ ἐμοῦ Παύλου ἐπράχθη. χειρόγραφον Αὐνῆ Κάστωρος ἀπὸ Καρανίδος σίτου ἀρταβῶν θ εἰς Μέλαν Πνᾶς ἀπὸ τῆς αὐτῆς κώμης Καρανίδος.