Ancient Greek
SB 14 12123
Documentary Papyri, SB 14 12123
Not analysed yet
καταξιούτω ἡ ἀδελφική σου διάθεσις πέμψαι μοι διὰ τοῦ γραμματηφόρου τὸ φιάλιον, ἐπειδὴ χρεία γίνεται αὐτοῦ αὔριον· ἤκουσα γὰρ ὅτι ἀνέρχεται ὁ κύριός μου ὁ ἄρχων. καὶ μετὰ τὴν ἐπιδημίαν αὐτοῦ πάλιν εἰ χρήζεις λαμβάνεις· οἶδας γὰρ ὅτι ἄλλο οὐκ ἔχω· εἰ γὰρ εἶχον, οὐκ ἂν ἐζήτουν, ὡς καὶ ἐπίστασαι.