Ancient Greek
SB 6 9292
Documentary Papyri, SB 14 12131
Not analysed yet
μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλείου τοῦ ἐνδοξοτάτου ἔτους ἑνδεκάτου, Μεχεὶρ ιζ, α ἰνδικτίονος …τῷ θαυμασιωτάτῳ ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ …μητρὸς Νόννας γεωργοῦ καὶ τέκτονος ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογῶ ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρά σου ἐπὶ …ετῆ χρόνον λογιζόμενον ἀπὸ καρπῶν τῶν νῦν ὄντων ἐν ἀγροῖς τῆς παρούσης πρώτης ἰνδικτίονος καὶ αὐτῆς τὴν ὑπάρχουσάν σοι σπορίμης γῆς ἄρουραν μίαν ἀπὸ γεωργείου ἀρουρῶν πέντε κατὰ κοινωνίαν τοῦ …τῶν ὑπολοίπων ἀρουρῶν εἰς συμπλήρωσιν τῶν αὐτῶν ἀρουρῶν πέντε διακειμένων ἐν τῷ ἀπηλιώτῃ τῆς πόλεως ἐν τόπῳ καλουμένῳ Τκονηλικών πεδίων κώμης …τοῦ Ἑρμουπολίτου νομοῦ εἰς σπορὰν καὶ κατάθεσιν καρπῶν ὧν ἐὰν αἱρῶμαι, φόφου τῆς γῆς τῷ μὲν συμβρόχῳ κατʼ ἔτος …δὲ ἀβρόχῳ, τὸ μὴ εἴη, παρέξω …