Ancient Greek
SB 14 12134
Documentary Papyri, SB 14 12134
Not analysed yet
…τῆς ἑαυτῶν οἰκουμένης οἱ πάντα νικῶντες δεσπότες ἡμῶν Αὐτοκράτορες Διοκλητιανὸς καὶ Μαξιμιανὸς καὶ οἱ ἐπιφανέστατοι Καίσαρες ἱερὸν νόμον ἐπὶ τοῖς ὠνίοις κατέστησαν καὶ τὴν τιμὴν τοῦ ἀργυρίου ἐδιπλασίασαν καὶ διὰ τὸ τὴν τιμὴν ἡμῖν χρῆναι ἴσην πανταχόσε νομίζεσθαι προστάξαι κατηξίωσαν τὴν τιμὴν τῶν ὠνίων καὶ τοῦ ἀργυρίου πανταχοῦ ἐν πάσαις ἐπαρχίαις καὶ ἐν αὐτῆι τῆι βασιλευούσηι Ῥώμηι διʼ ἀντίγραφα τῶν προσταγμάτων προθεῖναι. ἴσθι οὖν, ὅτι ……με Ἀττικῆς προεχώρει οὐ μὴ ἀλλὰ καὶ τριωβόλωι ……τὸ δὲ μέχρι τῆς δεῦρο νομιζόμενον ἀργύριον ἀντὶ τοῦ δυοκαίδεκα καὶ ἥμισυ Ἀττικὰς ἔχειν εἴκοσι καὶ πέντε Ἀττικαὶ νῦν νομίζεται. …