Ancient Greek
SB 14 12138
Documentary Papyri, SB 14 12138
Not analysed yet
…τῇ ὁμομητρίῳ μου ἀδελφῇ Ταμάρωνι Ἀνδρεία μετὰ κυρίου …ανου χαίρειν. ὁμολογῶ μὴ ἐγκαλεῖν σοι μηδʼ ἐγκαλέσειν σοι μηδʼ ἐπελεύσεσθαί σοι τῷ καθόλου μηδʼ ἐξεῖναί μοι ἀμφισβητῆσαι περὶ ὧν οἰκονομήσεις ἢ καὶ ἐξοικονομήσεις ὡς ἐὰν αἱρῇ μητρικῶν …τῆς Πλουτάρχου ὑπαρχόντων καὶ …τινω… εὐδοκηκέναι ταῖς γεγενημέναις διαστολαῖς διὰ τὸ ἐκπεπεῖσθαι με ὑπὸ σοῦ τῆς Ταμάρωνος καὶ μὴ ἐγκαλεῖν περί τινος πράγματος ἐνγράπτου καὶ ἀγράφου μέχρι τῆς ἐνεστώσης ἡμέρας. ἐὰν δέ τι τούτων παραβῶ ἐκτείσω σοι εἰς ἐπιτίμου λόγον ἀργυρίου δραχμὰς διακοσίας καὶ εἰς τὸ δημόσιον τὰς ἴσας. καὶ ἡ χεὶρ ἥδε κυρία ἔστω ὡσανεὶ ἐν δημοσίῳ κατακεχωρισμένη. ἔτους …Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Παὼπ ἐνάτῃ. …τῇ ἰδίᾳ μου χειρὶ γράψας εὐδοκῶ πᾶσι τοῖς προγεγραμμένοις. ἔτους …Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος Παὼπ ἐνάτῃ.