Ancient Greek
SB 1 5258
Documentary Papyri, SB 14 12194
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν καὶ τῆς ἁγίας δεσποίνης ἡμῶν τῆς ἁγίας θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν ἁγίων Χοιὰκ …ἐν Ἀρσινόῃ. τόδε τὸ κομπρόμισσον ποιοῦνται πρὸς ἀλλήλους ἑκουσίᾳ γνώμῃ ἐκ μὲν τοῦ ἑνὸς μέρους Αὐρήλιος Μακάρις υἱὸς Παφνουθίου …ς ἐκ δὲ τοῦ ἑτέρου μέρους Αὐρήλιος Νειλάμμων διάκονος υἱὸς …ομενο… διοικεῖν δυνάμενος ὑπὲρ τοῦ ὁμογνησίου αὐτοῦ ἀδελφοῦ Γεωργίου ἀναγνώστου ἀπὸ ἐποικίου Πιαηρωκλίδη τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογοῦμεν δικάσασθαι …ἐπὶ τοῦς ὁριστὰς ἐποικίου …τοῦ αὐτοῦ νομοῦ καὶ στέργειν ἡμᾶς καὶ ἐμμεῖναι τῇ διδομένῃ ἡμῖν παρʼ αὐτῶν δίκῃ. εἰ δέ τις ἐξ ἡμῶν μὴ στέρξῃ τῷ ὅρῳ τῶν αὐτῶν δικαστῶν ἐνέχεσθαι τὸ παραβαῖνον μέρος διδόναι τῷ ἐνδόξῳ πραιτωρίῳ λόγῳ προστίμου χρυσίου νομισμάτια δώδεκα ὀβρυζιακὰ χρυσίου νομισμάτια ιβ ὀβρυζιακὰ καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Μακάρις καὶ Νειλάμμων διάκονος στοιχεῖ ἡμῖν πάντα ὡς πρόκειται χμγ di emu …κομπρόμισσον Μακαρίου καὶ Νειλάμμωνος διακόνου