Ancient Greek
SB 14 12199
Documentary Papyri, SB 14 12199
Not analysed yet
Πτολεμαίωι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Πολέμωνος μερίδος διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Ὡρίωνος τοῦ Κάστορος δημοσίου γεωργοῦ κώμης Θεαδελφείας. τῆι κ τοῦ ἐνεστῶτος μηνὸς Φαμενὼθ ὀψίτερον τῆς ὥρας Ἡρακλείδης τις ὀνηλάτης καὶ ἕτερός τις ξένος οὗ τὸ ὄνομα ἀγνοῶ οἱ β ὀνηλάται πρὸς οὓς οὐδὲ εἷς μοί ἐστιν ἁπλῶς λόγος, μεθύοντες ἐπῆλθάν μου τῆι οἰκίᾳ καὶ οὐκ ὀλίγην μου τοῖς οἰκείοις ὕβριν παρέσχαντο λόγον οὐδένα ἔχοντός μου πρὸς αὐτούς. οἱ δὲ φύλακες πάντες αὐτοὺς συλλαβόντες μετὰ κόπου …