Ancient Greek
SB 14 12217
Documentary Papyri, SB 14 12217
Not analysed yet
Αὐρήλιοι …δυ…ίων καὶ Μέλας Εὐδαίμονος …ἐπιμεληταὶ σίτου ἀπὸ Ἑρμοῦ πόλεως καταφερομένου ἐπὶ τὴν λαμπροτάτην Ἀλεξανδρείαν Μαξίμῳ τῷ καὶ Σαραπάμμωνι καὶ κληρονόμοις Ἑρμείου Σαραπίωνος χαίρειν. μεμετρήμεθα παρʼ ὑμῶν ἐμβαλέσθαι εἰς τὰ προσορμοῦντα πλοῖα ὑπὲρ γόμου Ἡφαιστίωνος ναυκλήρου ὑπὲρ ιζ πάγου πυροῦ καθαροῦ ἀρτάβας πεντήκοντα γίνονται πυροῦ καθαροῦ ἀρτάβαι ν ὧν τὸ κατʼ ὄνομα· ὀνόματος κληρονόμων Ἑρμίου ἀρτάβαι λ καὶ ὑπὲρ ὀνόματος Μαξίμου ἀρτάβαι κ, γίνονται ἀρτάβαι ν καὶ τὰ κούμουλα καὶ τὸ δηνάριον ἑκάστου μοδίου …