Ancient Greek
SB 16 12245
Documentary Papyri, SB 16 12245
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Καρίτωνι Δημήτριος· ἔλαβε ἑαυτῷ τὰ κτήνη ὁ ὀνηλάτης καὶ τὰ τρία σάγια ἐξηρτισμένα καὶ τρεῖς σάκκους ἀπέστειλας. ἡ κοπρηγία …τάξω τὰ καμηλία …τένιν καὶ αὐτά. λαβὲ τὴν τιμὴν τοῦ χόρτου παρὰ Εὐλογίου καὶ ἐὰν εἰδῇς ὅτι ἔνι περισσὰ πώλησον ὡς δέκα ἀρούρας. καθὼς δὲ ἐνετειλάμην σοι, θέλω εἰς κοπὴν ὡς δέκα ἀρούρας. μόλις γὰρ αὐτὰ ἀρκέσει ἡμῖν. μηδεὶς τῶν ἀχύρων ἁπτέτω, χρείαν γὰρ αὐτῶν ἔχω. ὃ οἶδας χρήσιμον τῷ γεουχικῷ λόγῳ, ποίει. ἐγώ σε οὐ κωλύω. ἐρρῶσθαί σε εὔχομαι.