Ancient Greek
SB 16 12293
Documentary Papyri, SB 16 12293
Not analysed yet
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεσορὴ ι. διέγραψε διὰ Στοτοήτεως καὶ μετόχων πρακτόρων Τρύφων δοῦλος Τασεῦτος τῆς καὶ Στοτοήτεως τῆς Σαταβοῦτος ἐπικεφαλαίου τοῦ αὐτοῦ ἔτους Σοκνοπαίου Νήσου δραχμὰς δεκαέξ, γίνονται δραχμαὶ ιϛ καὶ τοῦ γ ἔτους Θὼθ η ὁ αὐτὸς συνταξίμου δευτέρου ἔτους Σοκνοπαίου Νήσου δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η Φαῶφι δ συνταξίμου δευτέρου ἔτους ἡμιωβέλιον χαλκοῦς β ὀψωνίου φυλάκων δραχμὰς τρεῖς, γίνονται δραχμαὶ γ μαγδωλοφυλακίας ὀβολοὺς δ 𐅵χαλκοῦς β ἐπικεφαλαίου δευτέρου ἔτους δραχμὰς ὀκτώ, γίνονται δραχμαὶ η καὶ Ἁθὺρ β ἐπικεφαλαίου δευτέρου ἔτους δραχμὰς δεκατέσσαρας, γίνονται δραχμαὶ ιδ φυλάκων χαλκοῦς β ὑικῆς δραχμὴν μίαν τριώβολον, γίνεται δραχμὴ α τριώβολον δεσμοφυλάκων ὀβολὸν ἡμιωβέλιον δίχαλκον ποταμοφυλακίδων ὀβολὸν δίχαλκον μαγδωλοφυλακίας ὀβολὸν α 𐅵χαλκοῦς β.