Ancient Greek
SB 16 12305
Documentary Papyri, SB 16 12305
Not analysed yet
Μελαγκόμαι ἀρχισωματοφύλακι καὶ στρατηγῶι παρὰ Θερμούθιος τῆς Σεμθέως τῶν ἐξ Ὀξυρύγχων τῆς Πολέμωνος μερίδος· ἀδικουμένη οὐ μετρίως καὶ μαστιουμένη παρʼ ἕκαστον ὑπὸ Θασῶτος τῆς ἰδίας μου θυγατρὸς ἐπὶ σὲ τὴν καταφυγὴν πεποίημαι, ὅπως ἐπισταθῆι τὰ κατʼ αὐτήν· παραθεμένης γάρ μου αὐτῆι ἅλυσιν ἀργυρᾶν δραχμῶν ξ καὶ πλειονάκις ἀπητημένης οὐκ ἀποδίδωσι κατεγνωκυῖα ἐπὶ τῶι …ε…εμ…ναι ἔρημον …βοηθησόντων …διο …ου…ο…