Ancient Greek
SB 16 12323
Documentary Papyri, SB 16 12323
Not analysed yet
Θερμου… μητρὸς Τα… διὰ τοῦ υἱοῦ Δημητρίου Α… γεωργῷ …χαίρειν. ἔσχον παρὰ σοῦ τὸ ἐκφόριον ἧς ἐγεώργεις μου ἀρούρης σιτικῆς ἡμίσους τετάρτου ἔτους πρώτου περὶ κώμην Θεαδελφίαν πυροῦ ἀρτάβας δύο ,καὶ οὐδὲν σοι ἐγκαλῶ περὶ οὐδενὸς πράγματος ὡς πρόκειται. ἔτους β Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁθὺρ ι.