Ancient Greek
SB 16 12326
Documentary Papyri, SB 16 12326
Not analysed yet
Ἡλιοδώρᾳ τῇ μητρί μου πολλὰ χαίρειν. εὐτόνως πικραίνομαί σοι ὅτι οὐδὲ φάσεις λαβεῖν διὰ γραμμάτων σου κατηξίωσάς με ἀφʼ ὅτε ἐξῆλθα ἀπὸ σοῦ. πολλὰ ἐντέτριπταί μοι ὑπὸ τῆς θυγατρός μου. εἰδὲ δὲ πόσον ὀργίσασα τὸν σταθμοῦχον καὶ τοὺς γείτονας αὐτοῦ ἠγανάκτησε κατʼ αὐτοῦ. ἐξέδυσέν με σύμπαν καὶ ἦρκεν μου τὰ χρυσάφια καὶ τὰ ἐνώτια καὶ ἔδωκέν μοι τριβακὸν κιθῶνιν ἵνα οὕτως ἐ…ια δὲ διῆρα. παρακάλεσον ὑπὲρ ἐμοῦ τὸν θεὸν ἵνα με ἐλεήσῃ. πᾶν δὲ ποίησον τὸν ἀδελφόν μου πρός με πέμψαι· ἐπὶ Σενέπτα σὺν Ἐμοῦτι ὑπάγω. μὴ δὲ σακκία πέμψῃς· ἀρκεῖ μοι ἃ ἔχω ὧδε. ἀσπάζου πάντας τοὺς ἀδελφούς μου καὶ τοὺς φιλοῦντάς σε. ἐρρῶσθαί σε εὔχομαι. Ἰσιδώρᾳ τῇ μητρί μου.