Ancient Greek
12333.24 to 12333.32
Documentary Papyri, SB 16 12333.24-32
Not analysed yet
γενέσθαι διδοῦσα ἕνεκα τοῦ μὴ ἔχειν τὴν περὶ τοῦ διατιθέναι διαστολὴν τὰς ὁρισθείσας δραχμὰς ιβ, ἀξιῶ ἀναλαβόντας αὐτὴν παρὰ τοῦ διαπεσταλμέν… ὑπʼ ἐμοῦ Διοσκοῦτος Ἀρτεμιδώρου ὑποκεχειρογραμμένην ὑπʼ αὐτοῦ περὶ τοῦ εἶναι τὴν ὑπογραφὴν ἰδιόγραφον τοῦ Θεογένους συνκαταχωρίσαι τῷδε τῷ ὑπομνήματι εἰς ἀμφοτέρας τὰς βιβλιοθήκας καὶ συντάξαι γράψαι τῷ τοῦ Ὀξυρυγχίτου στρατηγῷ μεταδοῦναι ταύτης ἀντίγραφον αὐτῷ ἐὰν περιῇ, εἰ δὲ μή, κληρονόμοις αὐτοῦ τελείοις, ἐὰν δὲ ἀφήλικες ὦσι, νομίμοις αὐτῶν ἐπιτρόποις, ὧν τὰ ὀνόματα ἐπὶ τῶν τόπων δηλωθήσεται, ἵνʼ εἰδῇ τὴν δημοσίωσιν καὶ μένοντά μοι τὰ ἀπʼ αὐτῆς δίκαια, ὡς ἀπὸ δημοσίου χρηματισμοῦ. ὡς καθήκει. ἔτους κθ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Μεσορὴ ἐπαγομένων β. τούτου ὄντος, ἀξιῶ τὴν μετάδοσιν γενέσθαι τῷ Θεογένει Θεογένους ἐνώπιον ὡς καθήκει. ἔτους λ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ Θὼθ κ. Θεογένης Θεογένους ἔσχον τούτου τοῦ ὑπομνήματος ἀντίγραφον. Πανάρης ὑπηρέτης μετέδωκα τῷ Θεογένι Θεογένους τὸ ὑπόμνημα ὡς καθήκει.