Ancient Greek
SB 16 12372
Documentary Papyri, SB 16 12372
Not analysed yet
…θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος …τῆς Πτολεμαίου τοῦ Πτολεμαίου κανηφόρου Ἀρσινόης Φιλαδέλφου Τειμανόης τῆς Κλεοδόνου ἱερείας Ἀρσινόης Φιλοπάτορος Δημαρίου τῆς Μητροφάνους μηνὸς Δαισίου ὀγδόηι Χοιὰχ ὀγδόηι ἐν Ὀξυρύγχοις τοῦ Ἀρσινοίτου νομοῦ. ἐδάνεισεν Αἶσχρος Κασι… …τῶν Βίωνος τῆς πέμπτης ἱππαρχίας ἑκατοντάρουρος Ἀπολλωνίωι Ἀπολλωνίου Πέρσηι τῆς ἐπιγονῆς χαλκοῦ νομίσματος δραχμὰς τρισχιλίας τετρακοσίας πεντήκοντα . τόδε τὸ δάνειον τρισχιλίας τετρακοσίας πεντήκοντα δραχμὰς τοῦ χαλκοῦ ἀποδότω Ἀπολλώνιος Αἴσχρωι ἕως Μεχεὶρ τριακάδος τοῦ ἑνὸς καὶ εἰκοστοῦ ἔτους. ἐὰν δὲ μὴ ἀποδῶι καθʼ ἃ γέγραπται, ἀποτεισάτω Ἀπολλώνιος Αἴσχρωι παραχρῆμα τὰ τοῦ χαλκοῦ Γυν ἡμιόλιον καὶ τοῦ ὑπερπεσόντος χρόνου τόκους …Πουλυδάμας Πριηνεὺς οἱ ἓξ τῶν Βίωνος τῆς πέμπτης ἱππαρχίας ἑκατοντάρουροι …συγγραφοφύλαξ Ὄλυμπος. Ἀπολλώνιος Ἀπολλωνίου ἔχω τὸ δάνειον χαλκοῦ δραχμὰς τρισχιλίας τετρακοσίας πεντήκοντα καὶ ἀποδώσω καθότι προγέγραπται καὶ τέθειμαι τὴν συγγραφὴν κυρίαν παρὰ Ὀλύμπωι. Ὄλυμπος ἔχω κυρίαν.