Ancient Greek
SB 14 11350
Documentary Papyri, SB 16 12384dupl
Not analysed yet
Αὐρηλίοις Νείλῳ Γενναδίου καὶ Θεοδώρῳ Κομασίου ῥιπαρίοις ἤτοι χωματεπείκταις Ἑρμοπολίτου παρὰ Αὐρηλίων Ἀμμωνίου Κοπρέου καὶ Σόιτος Πελώιος καὶ Ἰσιδώρου …καὶ …υ Μέλανος καὶ Κελελύθιος …καὶ …Κοπρέου τῶν πάντων ἀπὸ κώμης Ἑρμιταρίου τοῦ αὐτοῦ Ἑρμοπολείτου. δίδομεν καὶ εἰσαγγείλομεν τοὺς …οὕσπερ παραστήσομεν ἀμέμπτως ἀποπληροῦντας τὴν ἐνχειρισθεῖσαν αὐτοῖς λειτουργίαν εἰς τὸ ἐν μηδενὶ μεμφθῆναι. ἐὰν δέ τις αὐτῶν ἀφυστερήσῃ ἢ λιποτακτήσῃ καὶ μὴ ἐμφάνειαν αὑτοῦ ποίησῃ, ἡμεῖς αὐτοὶ οἱ ἐνγεγραμμένοι τὸν ὑπὲρ αὐτοῦ λόγον ὑποστησόμεθα καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας Μαμερτίνου καὶ Εὐουίττας τῶν λαμπροτάτων Ἐπεὶφ κη. οἱ προκείμενοι εἰσηγγείλαμεν ὡς πρόκειται. Αὐρήλιος Νεῖλος γραμματεὺς ἔγραψα ὑπὲρ αὐτῶν.