Ancient Greek
SB 16 12391
Documentary Papyri, SB 16 12391
Not analysed yet
Δεῖος ὁ συνεσταμένος ὑπὸ Κλαυδίου Ἀντωνίνου τῷ ἀγορανόμῳ χαίρειν. κατάγραψον ὠνὴν Πετοσοράπει …τοῦ Πετεύριος θεαγῷ Θοήριδος θεᾶς μεγίστης καὶ ὡς χρηματίζει διμοίρου μέρους τῆς πρὸς τὸν Πετοσοράπιν κατὰ τὸ ἄλλο τρίτον μητρικῆς οἰκίας καὶ ἑτέρων χρηστηρίων, ὑφʼ ἥν ἐστιν εἴσοδος καὶ ἔξοδος ἐν τῇ κάτω στέγῃ ἐκ τοῦ ἀπὸ βορρᾶ μέρους τῆς Πετεεῦτος ἐκ τοῦ ἀπὸ λιβὸς μέρους οἰκίας, καὶ τῆς κοινῆς εἰσόδου καὶ ἐξόδου καὶ τῶν συγκυρόντων ὄντων πρὸς τῷ Θενεπμοι Θοηρείωι, ὧν ἐπρίατο παρὰ τῶν ἑαυτοῦ γνησίων ἀδελφῶν Πετεύριος θεαγοῦ καὶ ὡς χρηματίζει καὶ Τετεῖτος, ἡ δὲ Τετεῖς μετὰ κυρίου τοῦ ἀνδρὸς Θοώνιος τοῦ Θοώνιος τοῦ Ἱέρακος, πάντες τῶν ἀπʼ Ὀξυρύγχων πόλεως, γίνονται τιμῆς ἀργυρίου δραχμῶν υ, χαλκοῦ ταλάντων λ. ἔρρωσο. ἔτους γ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ, Φαῶφι …Δεῖος …