Ancient Greek
SB 16 12469
Documentary Papyri, SB 16 12469
Not analysed yet
ϛ ἔτους πέμπτου τῆς Καίσαρος κρατήσεως θεοῦ υἱοῦ μηνὸς Δύστρου νουμηνίᾳ, Τῦβι νουμηνίᾳ, ἐν τῇ Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος. ὁμολογεῖ Πάπος ὃς καὶ Παπάις Μέλανος τοῦ καὶ Πεκύσιος Πέρσης τῆς ἐπιγονῆς μεμισθῶσθαι παρὰ Ἀντέρωτος Γναίου Πομπηείου Πώρου βοῦν μίαν πυρράν, ᾗ ὄνομα Θαῦρις, ἀπὸ Ἁθὺρ τοῦ πέμπτου ἔτους Καίσαρος ἕως Μεσορὴι τριακάδος, φόρου τοῦ παντὸς πυροῦ ἀρταβῶν δέκα καθεσταμένων εἰς Νίλου πόλιν μέτρῳ δρόμῳ πυρὸν νέον καθαρὸν ἀπὸ πάντων καὶ ἄδολον. μετὰ δὲ τὸν χρόνον παραδώσει Πάπος τὴν βοῦν ὑγιῆ καὶ ἀσινῆ, ἐὰν δὲ μὴ παραδῷ, ἀποτείσειν παραχρῆμα ἐκ τοῦ ἰδίου τὴν τῆς βοὸς τιμὴν ἀργυρίου ἐπισήμου νομίσματος δραχμὰς ἑκατὸν ὀγδοήκοντα ἑπτά ,τῆς πράξεως οὔσης τῶι Ἀντέρωτι καὶ τοῖς παρʼ αὐτοῦ ἔκ τε αὐτοῦ τοῦ μεμισθωμένου καὶ ἐκ τῶν τούτου ὑπαρχόντων πάντων, καὶ καθάπερ ἐκ δίκης. ἡ συγγραφὴ κυρία. μάρτυρες· ἔτους ε Καίσαρος, Τῦβι α. πέπτωκεν εἰς ἀναγραφὴν διὰ Πτολεμαίου τοῦ πρὸς τῷ γραφείῳ Σοκνοπαίου Νήσου. Πάπος ὃς καὶ Παπάις Μέλανος τοῦ καὶ Πεκύσιος Πέρσης τῆς ἐπιγονῆς μεμίσθωμαι παρὰ Ἀντέρωτος Γναίου Πομπηείου Πώρου βοῦν μίαν πυρράν, ᾗ ὄνομα Θαῦρις ἀπὸ Ἁθὺρ τοῦ πέμπτου ἔτους Καίσαρος ἕως Μεσορὴι τριακάδος τοῦ αὐτοῦ πέμπτου ἔτους, φόρου τοῦ παντὸς μέτρῳ δρόμῳ ἀρταβῶν δέκα καθεσταμένων εἰς Νίλου πόλιν. μετὰ δὲ τὸν χρόνον παραδώσω τὴν βοῦν ὑγιῆ καὶ ἀσινῆ, ἐὰν δὲ μὴ παραδῶ ἐκτείσω ἐκ τοῦ ἰδίου ἀργυρίου δραχμὰς ἑκατὸν ὀγδοήκοντα ἑπτὰ καὶ τὰ ἄλλα ποιήσω καθότι προγέγραπται. μίσθωσις βοὸς παρὰ Ἀντέρωτος.