Ancient Greek
SB 16 12486
Documentary Papyri, SB 16 12486
Not analysed yet
χμγ μετὰ τὴν ὑπατείαν Φλαουίων Ζήνωνος καὶ Μαρκιανοῦ …τῶν λαμπροτάτων Φαῶφι γ θ ἰνδικτίονος …Αὐρήλιος Φοιβάμμων Ἰσακίου μητρὸς Φλ… …ἀπὸ κώμης Σιναλαβὴ τοῦ Ἑρμουπολίτου νομοῦ μετʼ ἐγγυητοῦ τοῦ καὶ ἀναδεχομένου τὴν ἀπόδοσιν τοῦ ἑξῆς χρέους Αὐρηλίου Ἰσιδώρου Παμαρίου μητρὸς Ταυρί…ας ἀπὸ τῆς αὐτῆς κώμης Γλαυδίᾳ Θεονίλλᾳ θυγατρὶ …ο πολιτευομένου Ἑρμοῦ πόλεως χαίρειν. ὁμολογῶ εἰληφέναι καὶ πεπληρῶσθαι παρὰ σοῦ τῆς πρὸς ἀλλήλους συμπεφωνημένης τελείας τιμῆς οἴνου νέου μούστου κνιδίων διακοσίων πεντήκοντα γίνεται οἴνου κνίδια σν ἅπερ σοι ἀποδώσω τῷ Μεσορὴ μηνὶ καιρῷ τρύγης τῆς εὐτυχοῦς εἰσιούσης δεκάτης ἰνδικτίονος χωρίς τινος ἀντιλογίας καὶ ὑπερθέσεως ἐν οἴνῳ νέῳ καλλίστῳ καὶ εὐαρέστῳ μέτρῳ τοῦ ὅλου χωρίου σοῦ παρέχοντος τὰ κοῦφα αὐτῶν γινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης. τὸ γράμμα κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. προσομολογῶ δὲ ἐγὼ ὁ ἐγγυητὴς ἀναδέχεσθαι. εἰ δὲ ἀγνωμονήσειεν ὁ πρωτότυπος, ἐγὼ αὐτὸς οἰκόθεν ὑπὲρ αὐτοῦ ἀποδώσω καὶ πάλιν ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Φοιβάμμων Ἰσακίου ὁ προκείμενος πεπλήρωμαι τῆς τιμῆς οἴνου κνιδίων διακοσίων πεντήκοντα καὶ …ὡς πρόκειται. Αὐρήλιος Ἰσίδωρος Παμαρίου ὁ προκείμενος συμφωνεῖ ὡς πρόκειται. Αὐρήλιος Φοιβάμμων ἀπὸ Ἑρμοῦ πόλεως ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Αὐρήλιος Ἐπι…ε…ίου ἀπὸ Ἑρμοῦ πόλεως μαρτυρῶ τῷ γράμματι …χειρόγραφον Φοιβάμμωνος Ἰσακίου οἴνου κνιδίων σν.