Ancient Greek
SB 16 12496
Documentary Papyri, SB 16 12496
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Διονυσίῳ Μέρσις χαίρειν. πρὸ πάντων πολλά σε ἀσπάζομαι καὶ τὴν γυναῖκα σου Ἴσιν μετὰ τοῦ υἱοῦ Ἄμμωνος. Τβῆκις καὶ οἱ ἡμῶν πάντες πολλὰ ὑμᾶς ἀσπάζεται εὐχομένη ὑμᾶς ὑγιαίνειν. καλῶς ποιήσεις πανταχόθεν ἀναζητήσας Μεγχῆν Πεκωου καὶ ἀπαίτησον αὐτοῦ λίνα δεκατέσσαρα καὶ σίτου ἀρτάβην μίαν μετὰ καὶ τοῦ ἡμιολίου παρʼ αὐτοῦ. ἔστιν ἐπὶ ὅλης τετραετίας. μὴ ὀκνήσῃς δὲ σεαυτὸν ἐπιδοῦναι ἕως αὐτὸν ἀπαιτήσῃς. ἐὰν τα…εισεις τοῦτο, δύναμαι σοι δοῦναι τὰ εἰς τοῦτο ἀναλώματα καὶ ἀρέσαι σοι ὑπὲρ τῶν κόπων σου. ἔγραψα γὰρ καὶ αὐτῷ τὰ μυστήρια περὶ τούτου, ἵνα σοι δοῦναι καὶ περὶ ὧν βούλει, ἐνταῦθα κέλευέ μοι ἡδέως καὶ εὔνως ποιοῦντι. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. …μοιπο …χεων…