Ancient Greek
SB 16 12518
Documentary Papyri, SB 16 12518
Not analysed yet
Φλαουίωι Ἐπαγαθίωνι φροντιστῇ Φλαουίου τοῦ καὶ Ἱππονίκου παρὰ Ἥρωνος τοῦ Χαιρήμονος Πέρσου τῆς ἐπιγονῆς. βούλομαι μισθώσασθαι ὃ καὶ προεῖχον ἐν μισθώσει τοῦ Φλαουίου τοῦ καὶ Ἱππονίκου ἐν κώμῃ Θεαδελφείᾳ ἐλαιουργεῖον ἐνεργὸν ἐν ὧι ὄργανον ἐξηρτισμένον ἄξοσι καὶ χαλκίον καὶ θυίαι δύο καὶ τριβεῖς δύο καὶ μηχανὴ ἐλαιουργικὴ καὶ τοὺς προσόντας οἴκους δύο καὶ αὐλὴν καὶ τὰ λοιπὰ τοῦ ἐλαιουργείου χρηστήρια εἰς ἔτη τρία ἀπὸ τοῦ ἐνεστῶτος ὀγδόου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ φόρου τοῦ παντὸς κατʼ ἔτος ἀργυρίου δραχμῶν διακοσίων εἴκοσι καὶ ἐξαιρέτων κατʼ ἔτος ἐλαίου ῥαφανίνου κεραμίου ἑνὸς καὶ θαλλῶν πάντων κατʼ ἔτος Εἰσίοις καὶ Ἀμεσυσίοις καθʼ ἑκάστην ἑορτὴν ἐλαίου ῥαφανίνου ξέστων ἓξ καὶ ὑπὲρ ἀποχῆς φόρου κατʼ ἔτος c ?,πάντων ἀνυπολόγων καὶ ἀκινδύνων …