Ancient Greek
SB 3 6951 Ro col. 1, l. 1-31
Documentary Papyri, SB 16 12520
Not analysed yet
……ὁ καὶ Ζωίλος Χαιρήμωνος τοῦ Εὐδαίμωνος μητρὸς Σαραπιάδος …μωνος Ζωσιβίου τοῦ Ἀντωνίου μητρὸς Χάρειτος τῆς Ἄπειτος …Αἴλιος Νουμισιανὸς στρατηγὸς Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων Ἀρτεμιδώρῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Θεμίστου μερίδος τῷ φιλτάτῳ χαίρειν. …μετὰ κυρίου τοῦ συνγενοῦς Ἀπολλωνίου τοῦ Ἥρωνος τοῦ Ἥρωνος Σωσικοσμίου τοῦ καὶ Ἀλθαιέως …την τῶν …γεγραμμένων κωμῶν Εὐημερείας καὶ Θεαδελφείας κωμ… …βιβλιοφύλακες ἐγκτήσεων Ἀρσινοίτου Αἰλίῳ Νουμισιανῶι στρατηγῶι Θεμίστου καὶ Πολέμωνος μερίδων τῶι τιμιωτάτωι χαίρειν. τοῦ …νομένῳ …ν δηλοῦμεν διακεῖσθαι Θέωνα Θέωνος τοῦ Ἡράμμωνος …μη κωμῶν Εὐημερείας Θεαδελφείας παρακειμένου τῷ ιε ἔτει θεοῦ Ἁδριανοῦ …διὰ φροντιστοῦ Ἡρᾶτος ου… Πτολεμαίου τὰ αὐτὰ μέρη δ ……μηδένα ἕτερον λόγον. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς …. Αἴλιος Νουμισιανὸς στρατηγὸς Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων …ιω… βιβλιοφύλαξιν ἐνκτήσεων χαίρειν. χρηματισμοῦ ἐνβαδείας ἐξ ὀνόματος Δημητρίας ἀντίγραφον ὑπόκειται …αι διὰ Ἡρακλείδου Εὐαγγέλου ὑπηρέτου. ἔτους ε Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς …Πτολεμαίου μητρὸς …η…της μετὰ κυρίου τοῦ ὁμοπατρίου καὶ ὁμομητρίου ἀδελφοῦ Πτολεμαίου τοῦ καὶ Διδύμου Νεοκοσμείου τοῦ καὶ …ἔτους ε Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ ιβ. ἔστιν δὲ τοῦ χρηματισμοῦ τὸ ἀντίγραφον· …γέγραφα οὖν σοι ἵνʼ εἰδῇς. ἔρρωσο. ἔτους ε Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Νέου Σεβαστοῦ …ηγορ…ο…των…αι ἀγορανομήσαντι ἱερεῖ ἀρχιδικαστῇ καὶ ἐπὶ τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων. κατὰ …τῇ ι τοῦ Φαῶφι μηνὸς τοῦ τρίτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου προκειμένης καταστάσεως Δημητρίας πρὸς Θέωνα α… …ρα Μουσοπατερείου τοῦ καὶ Φιλομητορείου ἔτι ἀπὸ τοῦ ιε ἔτους θεοῦ Ἁδριανοῦ Μεχεὶρ ἀργυρίου δραχμ ψμη τόκων δραχμιαίων εἰς τὸν δηλούμενον καὶ διεληλυθότα χρόνον ἐφʼ ὑποθήκῃ …μερίδ τοῦ Ἀρσινοίτου μέρεσι δ ἐφʼ οἷς τὸν χρηματισμὸν περιέχειν καὶ τὴν ἀπόδοσιν μὴ γεγονέναι ἠξίου διὰ τοῦ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου στρατηγοῦ μεταδοθῆναι …ωντων…ωνα… τῷ εἰς αὐτὴν δημοσίῳ χρηματισμῷ καὶ τὰ ἑξῆς ἐπιτελεσο ἀρκεῖσθαί τε αὐτὴν τῇ διαστολῇ καὶ τοῦ μὲν υ… …νε…π… αὐτοῦ …ματεισμ …μ, γεγονέναι δὲ τὴν τοῦ ὑπομνήματος μετάδοσιν τῶι Θέωνι ἐνωπίῳ διὰ τοῦ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου στρατηγοῦ καθὼς …τῆς τῶν διαστολικῶν ἀναγορείας Κλαύδιος Εἰρηναῖος τῶν κεκοσμητευκότων ὁ ἱερεὺς καὶ ἀρχιδικαστὴς ὡς καὶ τῇ ἀναγορείᾳ …ωσα τοῖς ἀπὸ αντιφ… …ωνησεως ὑπογεγραμμ ὡς καθήκει συνετάξαμεν ἀναλαβεῖν τὰ προκείμενα εἰς ὑπογραφὴν ἐπὶ τοῖς ἐπὶ τῶν τοιούτων καθήκουσιν …τῇ ὑπογραφῇ, ἥνπερ αἰτεῖ, ἐὰν παροῦσα ἡ Δημητρία ἐπὶ τὸν στρατηγὸν μετὰ κυρίου νομίμου εὐδοκῇ ἡ ὑποθήκη ἐγένετο …συνεπισχύειν αὐτῇ ἐν τῇ ταύτης κρατήσει καὶ κυρείᾳ καὶ ἀποφορᾷ τῶν περιγεινομένων καὶ ἐν οἷς ἐὰν ἄλλοις αὐτοῦ προσδέηται περὶ τούτων …γραφείου ὡς καθήκει. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς …κδ. Δημητρία …μετὰ κυρίου τοῦ συνγενοῦς Ἀπολλωνίου τοῦ Ἥρωνος Σωσικοσμίου τοῦ καὶ Ἀλθαιέως ἐπιδέδωκα καθὼς πρόκιται. ἔγραψεν ὑπὲρ αὐτῆς …γράμματα μὴ εἰδύίης.