Ancient Greek
SB 16 12531
Documentary Papyri, SB 16 12531
Not analysed yet
…των τῶν πυλῶν ἐν αὐτῶι τῶι ἱερῶι ἰδιώτας γει…αι βυσσουργούς τε καὶ ἀρτοκόπους καὶ ἕτερα εἴδη τινὰ καὶ γυναικῶν· τούτων δὲ τὴν παραφυλακὴν …εναι πρὸς ἑαυτούς. τῶν δὲ ἡγεμονευσάντων Πέδωνος καὶ Μαξίμου περὶ καταστάσεων ἱερέων πρὸς παστοφόρους ἄλλα ἄλλων νομῶν κεκρικότων, τοὺς παστοφόρους τὴν παραφυλακὴν ποιεῖσθαι πάντων τῶν ἐντὸς περιβόλου τῶν ἱερῶν καθὼς ἔτι ἄνωθεν ἐποιοῦσαν, τοῦ τε ἱερατικοῦ νόμου Σεμνουθι τὸ ὅμοιον τοῖς κρίμασι τῶν ἡγεμόνων περιέχοντος· ὁμοίως δὲ καὶ περὶ τῶν ὑπηρεσιῶν, κεκρικότων τῶν ἡγεμονευσάντων Σκάπλου καὶ Ἀκύλου περὶ τοῦ τοὺς παστοφόρους ὑπηρετεῖν τοῖς ἱερεῦσι, τοῦ τε ἱερατικοῦ νόμου Σεμνουθι τὸ ὅμοιον τοῖς κρίμασι τῶν ἡγεμόνων περιέχοντος. ……τοὺς παστοφόρους ποιεῖν τὰς παραφυλακὰς ἐντὸς περιβόλου τοῦ ἱεροῦ καὶ τὰς ὑπηρεσίας τοῖς ἱερεῦσι ἀκολούθως τοῖς ὑπὸ τῶν ἡγεμόνων κεκριμένοις περὶ τούτων καὶ τῶι ἱερατικῶι νόμωι Σεμνουθι. …ν περὶ τῶν γενομένων ἐντὸς περιβόλου τοῦ ἱεροῦ ἱερέων ἀξιούντων μηδεν… …ὑπὸ μηδενὸς παστοφόρου ε… …βωμοὺς ἕως οὗ ὑπὸ τοῦ πυ… …πρὸς τοῦτο μηδένα ἀποφ…