Ancient Greek
SB 6 9628
Documentary Papyri, SB 16 12551
Not analysed yet
…α…ς τῶν ἰβιώνων τῶν κάτω τ… πολ…ι ἐπιστα… χαίρειν. …ε πρὸς ἡμᾶς Στοτοῆτις ἰβιοτάφος ὁ ἐκ Ψο…αφ…μενος σε γυναῖκά τινα …εἰς τὸ Θαρησιεῖον, ἀντιλέγοντος τοῦ Στοτοήτιος μηθὲν αὐτῆι μετεῖναι τοῦ ἱεροῦ. τεθαύμακα οὖν εἴ τι τοιοῦτο προστέταχας …ε…ου οὐκ ἐπακολουθῶν τοῖς νόμοις τῶν ἱερῶν. καλῶς οὖν ποιήσεις τὸν μὲν Στοτοῆτιν ἐπὶ χώρας ἐάσας ἐν τῶι ἱερῶι, εἰ δέ τι ἀντιλέγει ἡ γυνὴ ἀποστείλας αὐτὴν εἰς τὴν πόλιν ὅπως ὑπʼ ἐμοῦ καὶ τῶν ἱερέων διακριθῆι πρὸς Στοτοῆτιν. ἔρρωσο. ἔτους …α Μεχὶρ ιγ.