Ancient Greek
SB 16 12559
Documentary Papyri, SB 16 12559
Not analysed yet
ἔτους ὀκτωκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ξαντικοῦ Μεχεὶρ ε ἐν Κερκεσούχοις τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Πνεφερῶς Πνεφερῶτος ὡς ἐτῶν νε οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς ἀπὸ Κερκεσούχων Σουχᾶτι Πνεφερῶτος τοῦ Πετεσούχου ὡς ἐτῶν λε οὐλὴ ὀφρύι δεξιᾷ πεπρακέναι αὐτῷ ὄνον θήλειαν βόλον ἔχουσαν μέλαιναν ἀναπόρριφον. ἀπέχει τιμὴν ἀργυρίου δραχμὰς διακοσίας εἴκοσι τέσσαρας . βεβαιοῖ ὁ ὁμολογῶν. ὑπογραφεὺς τοῦ ὁμολογοῦντος Νεῖλος. Πνεφερῶς Πνεφερῶτος πέπρακα καθὼς πρόκιται. ἔγραψα ὑπὲρ αὐτοῦ Νεῖλος γράμματα φαμένου μὴ εἰδέναι.