Ancient Greek
SB 16 12563
Documentary Papyri, SB 16 12563
Not analysed yet
Αὐρηλίῳ Ἀλεξάνδρῳ στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων καὶ Κασιανῷ βασιλικῷ γραμματεῖ Θεμίστου μερίδος καὶ κωμογραμματεῖ κώμης Ἀπιάδος παρὰ Ἀγχώφεως Στοτοήτεως ἱερέως θεῶν κώμης Σοκνοπαίου Νήσου. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ Πομπηίου Κελεάρις τοῦ κρατίστου ἐπιτρόπου τὰς ὑπαρχούσας μοι περὶ κώμην Ἀπιάδα κλήρου κατοικικοῦ ἀρούρας ε ἐν τόπῳ δεκαπενταρούρῳ λεγομένῳ ἠβροχηκυίας τῷ ἐνεστῶτι θ ἔτει. διὸ ἐπιδίδωμι. Παποντῶς κωμογραμματεὺς ἔσχον τούτου τὸ ἴσον ἄχρι ἐξετάσεως Φαμενὼθ κδ.