Ancient Greek
SB 16 12569
Documentary Papyri, SB 16 12569
Not analysed yet
ἔτους …,Παῦνι κα, ἐμίσθωσαν Ὧρος κωμογραμματεὺς Κερκεσούχων Ὄρους καὶ ……υἱοὶ Δημητρίου Πτολεμαίωι Πτολεμαίου Μακεδόνι ……περὶ τὴν προγεγραμμένην κώμην Κερκεσοῦχα Ὄρους ἀπὸ χέρσου ὑπολόγου ἀρούρας …ἐν ἐννέα σφραγῖσι, ὧν σχοινισμὸς νότου ……ὧν γείτονες νότου βασιλικὴ γῆ, βορρᾶ Πτολεμαίου τοῦ μεμισθωμένου ἀπολελειμμένος εἰκοσιπενταρούρου κλῆρος, ἀνέμων γ γύης καὶ διῶρυξ ……κατʼ ἔτος εἰς τὸ βασιλικὸν ἐκ τῆς ἀρούρας κριθῆς ἀρτάβην α. μάρτυρες. βασιλεύοντος Πτολεμαίου θεοῦ Νέου Διονύσου Φιλοπάτορος Φιλαδέλφου ἔτους …ἐφʼ ἱερέως Ἀλεξάνδρου καὶ τῶν ἄλλων τῶν γραφομένων ἐν Ἀλεξανδρείαι, μηνὸς Λωείου μιᾷ καὶ εἰκάδι Παῦνι μιᾷ καὶ εἰκάδι, ἐν Τεβτύνι τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ἐμίσθωσαν Ὧρος κωμογραμματεὺς Κερκεσούχων Ὄρους τῆς αὐτῆς μερίδος καὶ ……Πτολεμαίωι Πτολεμαίου Μακεδόνι τ… …ἀπὸ χέρσου ὑπολόγου ἀρούρας …περὶ τὴν προγεγραμμένην κώμην ἐν ἐννέα σφραγῖσι, ὧν σχοινισμὸς νότου ……τείχη τεσσάρων σχοινίων, τῶν ε… ὧν γείτονες νότου βασιλικὴ γῆ, βορρᾶ γύης καὶ διῶρυξ καὶ ἐπί τι μέρος Πτολεμαίου τοῦ Πτολεμαίου τοῦ μεμισθωμένου εἰκοσιπενταρούρου κλῆρος, λιβὸς καὶ ἀπηλιώτου γύης καὶ διῶρυξ. ἡ μίσθωσις ἥδε ……ἐστι πωμάρια αὐτῶι καὶ ἐνγόνοις ἐφʼ ὧι τελέσει ……ης ἀρούρας κριθῆς ἀρτάβην μίαν . Πτολεμαῖος Πτολεμαίου ὁ προγεγραμμένος μετρήσω δι… …ην ἐπὶ τὸν ……γραμματ…