Ancient Greek
SB 16 12575
Documentary Papyri, SB 16 12575
Not analysed yet
ἐν ὀνόματι τοῦ θεοῦ· παρὰ Ἀβδέλλα β…λιαρ… πατρικίου πρὸς τὸν ἐπίσκοπον καὶ Φοιβάμμωνα καὶ Ἰερεμίαν καὶ Ἰωάννην καὶ Θεόδωρον καὶ Στέφανον· καὶ μετὰ ταῦτα· σώσατε τὰς ψυχὰς ὑμῶν, ἐπεὶ ἡ προθεσμία ἔφθασε, καὶ ἐὰν μὴ πληρώσατε ὅλα, λόγον οὐκ ἔχετε πρός με οὐδὲ ἀπολογίαν· εἴ τι γὰρ παρακαλέσατέ με, ἐποίησα καὶ ἐβάσταξα ὑμᾶς· λοιπὸν βλέπετε τὸ πρᾶγμα ὑμῶν, ἐπεὶ ὡς εἶπον παρῆλθε ἡ προθεσμία, καὶ κατόπιν τῶν γραμμάτων ἰδοῦ πέμπω ἄνθρωπον ὀφείλοντα ὑποδέξασθαι τὰ δημόσια· καὶ μὰ τὸ ὄνομα τοῦ θεοῦ ὥσδʼ εἷς ἐξ ὑμῶν μὴ πληρώσῃ εἴ τι χρεωστεῖ, καὶ τὰ τέκνα αὐτοῦ ἐπαίρω καὶ τὴν γυναῖκα καὶ ὅλα τὰ πράγματα αὐτοῦ· ἵνα γὰρ οἴδετε, λόγον οὐκ ἔχετε εἰπεῖν πρός με φ…η προθεσμία κα…τασι τ…λ…σωλ…μιλ… ἀλλὰ πάντως μὴ εὕρω ἀφορμὴν καθʼ ὑμῶν μαρτύρομαι …ετ… τῶν δεσποτῶν μου …