Ancient Greek
SB 16 12579
Documentary Papyri, SB 16 12579
Not analysed yet
Ἀκύλας Πτολεμαίῳ τῷ κυρίῳ μου χαίρειν. μαθεῖν σε θέλω καὶ τὸν κύριόν μου Θρασῦνιν ὅτι ἐμοῦ ἐξελθόντος ἐχθὲς εἶδον τοὺς Τοκαείτας ἐνοχλοῦντας τῷ φροντιστῇ τοῦ Ἀθᾶ καὶ Λέοντι τῷ ἀγροφύλακι μὴ πιστεύσαντες αὐτοῖς ὅτι τὸ ἐπιστόλιον ἐπέμψαμεν αὐτῷ, ἀλλὰ καὶ σήμερον πάλιν ἐπέπεσον τοῖς ἡμῶν πολλοὶ ὄντες τῇ μωρίᾳ αὐτῶν λέγοντες ὅτι ἀντιγραφὴν θέλομεν τῇ ἐπιστολῇ καὶ τάχα λελύκατε αὐτὸ καὶ οὐ ἐπέμψατε αὐτῷ. ἐὰν οὖν σοι δοκῇ ἐπὶ τούτου, ἀντίγραψον αὐτοῖς ὡς ἐὰν δοκιμάσῃς ἵνα μηκέτι ἐνοχλήσωσι τοῖς ἡμῶν καὶ τῷ τόπῳ. ἔλεγον γὰρ ὅτι ἐπεὶ ἡμῶν γεοῦχός ἐστιν, διὰ τοῦτο ἐγράψαμεν αὐτῷ ἵνα μὴ τῷ ἀδήλῳ γράψωμεν. τὰ κυπαρίσσινα γὰρ τῷ ἀδήλῳ οὐ δυνάμεθα μ…α παρὰ ποταμὸν εἶμι ἐὰν εὑρίσκηται πλοῖον ἐκεῖ. ἐρρῶσθαί σε εὔχομαι. …