Ancient Greek
SB 16 12589
Documentary Papyri, SB 16 12589
Not analysed yet
Πλουσία τῷ Σύρῳ ἀδελφῷ χαίρειν. τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σαράπιδι καὶ τοῖς συννάοις θεοῖς. μαθοῦσα ὅτι ἐρρωσαι θεοῖς πᾶσιν εὐχαρίστησα. ἐρεῖς δὲ Παρ… ὅτι τῷ τὸ ἐπιστολίδιον ἐνενκόντι πολλὰ ἐποιήσαμεν ὥστε τὸν βίον αὐτοῦ λαβεῖν μέχρις οὗ ἂν ἔλθῃς πρὸς ἡμᾶς. ἐὰν δὲ μή σοι δοκῇ ἐλθεῖν σημεῖα ἡμῖν πέμψον ἐπεὶ ἐμείναμεν ἐν τῷ πολέμῳ κ… ματα τῶν εἰς τὴν κέλλαν. καὶ μαθοῦσα ἀκριβῶς ὅτι ἔρρωσαι ἀμεριμνήσω. ἔτι δὲ καὶ τοῦτό σε παρακαλῶ, ἄδελφε, …ἀπόδος τῷ Σύρῳ παρὰ Πλουσίας