Ancient Greek
SB 16 12594
Documentary Papyri, SB 16 12594
Not analysed yet
Ἰγνάτις Ἀπολιναρείῳ καὶ Ἀλάμμονι φιλτάτοις κυρίοις πλεῖστα χαίρειν. πρὸ μὲν πάντων τὸ προσκύνημα ὑμῶν ποιῶ παρὰ τῷ κυρίῳ Σαράπιδι. ἐκομισάμεθα πάντα ἃ διεπέμψατε διὰ τῆς γυναικὸς Μάρκου καὶ διὰ Σαραπίωνος τὸ κοίκιν καὶ τὸ ὀρνειδοτρόφιον καὶ δεδώκαμεν αὐτῶν ναῦλον δραχμῶν β διωβόλου καὶ Πελᾶς ῥαφιδᾷ …ἐρεῖς ὅτι διὰ Σεραπίονος πέμψει τὴν δαλματικὴν Ἰουλιανοῦ καὶ ἐπιμήνια …πέμψατε αὐτῷ ἐν τάχει τὸ κέρμα …ἡμᾶς καὶ δυσωποῦμαι ἐγὼ πολλά. σὺ δέ, κύριέ μου πάτερ, πέμψεις ἡμῖν ψωμία καὶ θαλλὶν …ἄρτους καὶ τὸ ἔλαιον καὶ ξύλον· καὶ …πέμψῃς ἡμῖν τὰ ἐπιμήνια, καὶ πέμπω πρὸς σὲ τῶν ναυτικῶν τὰ ναῦλα, καὶ …τῶν παιδίων καὶ ἀμικτώρια αὐτοῖς, τὰ γὰρ ἀμικτώρια τὰ ὀστρῖνα ἐπιτετρίφαμεν …καὶ οὐκ ἔχω τι βαλεῖν κατα… ἀσπάζεται ὑμᾶς πολλὰ ἡ μήτηρ μου κ… καὶ Κυριλλοῦς καὶ Πάκκις καὶ …ἄσπασαι πολλὰ Ἀπολινάριον τὸν μικρὸν …καὶ Πλοῦσιν καὶ Ἰγνάτιν καὶ Νυ… …οιν καὶ ……Ἀπολιναρίῳ ἀπὸ Ἰγνατίου ὑιοῦ