Ancient Greek
SB 16 12610
Documentary Papyri, SB 16 12610
Not analysed yet
Δημήτριος Ἀλκίμου Ζωίλωι Οὐήτιος χαίρειν. ἔχω παρὰ σοῦ ἀφʼ ὧν ὀφείλεις μοι ἐπὶ λόγου ἀργυρίου δραχμὰς ἑκατόν ,μὴ ἐλαττουμένου μου ὑπὲρ τῶν λοιπῶν καθʼ ἃς ἔχω σου ἐνγράπτους ἀσφαλείας. ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Ἐπεὶπ κδ. καὶ τῇ νεομηνίᾳ τοῦ Θὼθ μηνὸς τοῦ η ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου διὰ Νείλου ἄλλας ἀργυρίου δραχμὰς ἑκατόν ,μὴ ἐλαττουμένου μου ὑπὲρ τῶν λοιπῶν δραχμῶν ἑκατόν ,καὶ ἐλαίου ῥαφανίνου ἡμικάδιον, ἐμοῦ ἀπολαμβάνοντος τὰς λοιπὰς τῷ ἐνεστῶτι μηνί. ἐὰν δὲ μὴ ἀπολάβω λήμψομαι ἀπὸ Φαῶφι μηνὸς τόκον τῶν λοιπῶν. ἔτους η Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Θὼθ β.