Ancient Greek
SB 16 12628
Documentary Papyri, SB 16 12628
Not analysed yet
…Φλαουίῳ Ἰουλιανῷ λογιστῇ Ὀξυρυγχείτου παρὰ τοῦ κοινοῦ τῶν ……δηνάρια Α …Αὐρήλιος …μων ἐπιδέδωκα προσφωνῶν ὡς πρόκειται. Αὐρήλιος Λεόντιος ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. …Φλαουίῳ Ἰουλιανῷ λογιστῇ Ὀξυρυγχείτου παρὰ τοῦ κοινοῦ τῶν βαφέων τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως διʼ ἡμῶν τῶν μηνιάρχων Αὐρηλίων Ὥρου καὶ Εὐπόρου καὶ Ἀφυγχίου καὶ ἑτέρου Ἀφυγχίου. προσφωνοῦμεν ἰδίῳ τιμήματι τὴν ε῾ξῆς ἐγγεγραμμένην τιμὴν ἐπὶ τοῦδε τοῦ μηνὸς ὧν χειρίζομεν ὠνίων, καὶ ὀμνύομεν τὸν θεῖον ὅρκον μηδὲν διεψεῦσθαι. ἔστι δέ· πορφύρας ἐντοπίου λίτρας α τάλαντα η κοκκίνου πρωτείου λίτρας α τάλαντα ι δευτερείου κοκκίνου λίτρας α τάλαντα ε …κίνου καὶ χλωροῦ καὶ συνχρώων λίτρας α τάλαντα ε ῥοδίνου λίτρας α τάλαντα ζ οἱ προγεγραμμένοι ἐπιδεδώκαμεν προσφωνοῦντες ὡς πρόκειται. Αὐρήλιος Λεόντιος ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. ……ἔστι δέ· ιδ… τάλαντα ρ δευτερ… τάλαντα π πενταπηχιαίου ψιάθου στιβάδος α τάλαντα ξ δευτέρας εἰδέας τάλαντα ξ ἐφιππίων ζεύγους α τάλαντα μ μονανθρώπων ζεύγους α τάλαντα ξ ἐπιψελαρίων …τάλαντα π ε…τι… ζεύγους α τάλαντα τ Αὐρήλιοι Σιλβανὸς καὶ Ἰοῦστος ἐπιδεδώκαμεν προσφωνοῦντες ὡς πρόκειται. Αὐρήλιος Λεόντιος ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.