Ancient Greek
SB 16 12642
Documentary Papyri, SB 16 12642
Not analysed yet
Νεῖλος καὶ Σαραπάμμων δημοσιῶναι καταλοχισμῶν Ὀξυρυγχίτου καὶ ἄλλων νομῶν διὰ Νεπωτιανοῦ τοῦ καὶ Ἀπολλωνίου πραγματευτοῦ Ὡριγενείᾳ ἀστῇ θυγατρὶ Μάρκου …Νίγερος μητρὸς Δημητρίας Σαραποδώρου διὰ Ἀπολλωνίου τοῦ καὶ Διδύμου Ἀπολλωνίου τοῦ Διοσκόρου Σωσικοσμίου τοῦ καὶ Ἀλθαιέως χαίρειν. διέγραψας ἡμῖν τέλη περὶ Πέλα ἐκ τοῦ Διοδώρου τοῦ Δημοκράτου κατοικικῶν ἀρουρῶν κϛ 𐅵ὧν παρακεχώρησαι παρὰ Τβήκιος Παυσείριος μητρὸς Κολλαύχιος ἀπὸ Πέλα διὰ τοῦ καταλογείου τῷ διεληλυθότι γ ἔτει Παχὼν τὰς ὀφειλομένας σὺν σπονδῇ ἐν χρήμασι δραχμὰς ἑκατὸν δεκαοκτὼ γίνονται δραχμαὶ ριη. ἔτους δ Αὐτοκράτορος Καίσαρος Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Σεβαστοῦ Ἀραβικοῦ Ἀδιαβηνικοῦ, Φαμενὼθ κ.