Ancient Greek
12685.1.1 to 12685.3.49
Documentary Papyri, SB 16 12685.1.1-12685.3.49
Not analysed yet
Αἰλίῳ Νουμισιανῷ στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων καὶ Ἀρτεμιδώρῳ βασιλικῷ γραμματεῖ Θεμίστου μερίδος παρὰ Ὥρου τοῦ Στοτοήτιος τοῦ Τεσενούφεως καὶ Στοτοήτιος Πανεφρέμμεως τοῦ Στοτοήτιος καὶ Στοτοήτιος τοῦ Στοτοήτιος καὶ Ἀπύγχιος Πανεφρέμμεως τοῦ Ἀπύγχεως καὶ Πεκύσεως Τεσενούφεως τοῦ Τεσενούφεως καὶ Στοτοήτιος Πεκύσεως τοῦ Σαταβοῦτος καὶ Τεσενούφεως Σαταβοῦτος τοῦ Σαταβοῦτος τῶν ζ διὰ τῶν παρόντων ἓξ πρεσβυτέρων θεοῦ Σοκνοπαίου μεγάλου μεγάλου καὶ τῶν συννάων θεῶν. πρὸς τὸ μεταδοθὲν εἰς ἐξέτασιν εἶδος ὑπὸ τοῦ ἑτέρου ὑμῶν βασιλικοῦ γραμματέως Ἀρτεμιδώρου ἀπὸ δημοσίων λόγων τοῦ β ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, οὗ ἐστιν ἀντίγραφον κόλλημα κζ ἐπὶ Αἰλίου Νουμισιανοῦ στρατηγοῦ, γενομένου ἐν κώμῃ Ἡρακλείᾳ, ἐγένετο ὑπομνηματισμὸς οὕτως ἔχειν· Νεφερῶς Ὀννώφρεως πρὸς Στοτοῆτιν. Ἀμμώνιος ῥήτωρ ὑπὲρ Νεφερῶτος· ἱερεύς ἐστιν καὶ προφήτης ὁ ἡμέτερος τοῦ ἐνθάδε Ἰσίου πατρὸς ἀπὸ πάππου διαδεξαμένου· τοῦ δὲ ἀντιδίκου κατὰ μηδὲν προσήκοντος τῷ ἱερῷ τούτῳ τῷ παλαιῷ …ης ὡς ἐπισελθ… τῷ ἱερῷ τὸν φύσιν ἱερέα ἐνκαλ…δη αὐτ…των… μέχρι τούτου ὁ ὑπομνη- ματισμός. ἵνα δὲ ἐξετασθῇ, εἰ ὁ Στοτοῆτις κατʼ ἐπιστολὴν τοῦ πρὸς τῷ ἰδίῳ λόγῳ τῆς ἱεροσύνης ἀντιλαμβάνεται ὡς προφέρεται ἀπὸ πατρὸς καὶ πάππου δεξάμενος καὶ ὑπὸ τίνων ἐπὶ εἰσκριτικῷ συνχωρηθεὶς καὶ κατὰ προκήρυξιν παραλαβὼν καὶ εἰ προσπίπτει τίνα τῷ ἱερῷ καὶ ἐκ τίνων περιγείνεται καὶ ὁ Νεφερῶς τίνος αὐτῷ ἐπιχωρήσαντος ὡς προηνέγκατο ἀντέλαβεν τῆς τάξεως καὶ εἰ τὸ ἱερὸν προφητείαν ἔχει καὶ τίνι ἡ προφητεία αὐτῶν προσήκει, πότερον τῷ τῆς …πόλεως προφήτῃ ἢ ὡς διὰ τοῦ ὑπομνηματισμοῦ καὶ κατʼ ἐπιστολὴν τοῦ πρὸς τῷ ἰδίῳ λόγῳ, καλῶς οὖν ἐπεσκεμμένοι τὰ κατʼ ἔθη μεταδίδοτε προσφωνοῦμεν ὀμνύοντες τὴν Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς τύχην ἀντιλαμβάνεσθαι ἡμᾶς τῆς ἱεροσύνης τοῦ ὄντος ἐν τῇ κώμῃ Πηλουσίου ἱεροῦ Ἴσιδος θεᾶς Νεφρέμμεως ἐκ διαδοχῆς γονέων, ἀντειληφότος ἐκ παλαιῶν χρόνων τελέσαντος τὸ εἰσκριτικὸν τῆς ὑπαρχούσης ἡμῖν ἱεροσύνης ἐν ἱερῷ τοῦ μεγίστου θεοῦ Σοκνοπαίου καὶ τῶν συννάων θεῶν καὶ …υομένης ὑφʼ ἡμῶν …γω… τοῦ αὐτοῦ …ν ἀφʼ οὗ χρόνου κεκελεῦσθαι τὰς …σθαι καὶ διαγράφειν ὑπὲρ τοῦ αὐτοῦ ἱεροῦ καὶ ἑτέρων ὄντων …ταιρε…κωμα… ἵνα απ…α…ν…δε …σει…π…αι …ω καὶ περὶ τοῦ τὸν προγεγραμμένον Νεφερῶν ἱερέα τῷ τῆς Πηλουσίου βούλεσθαι ἐπεισελθεῖν ἱερῷ συνεργοῦντος αὐτῷ τοῦ τότε τῆς κώμης κωμογραμματέως Ἰσίωνος ἔγραψεν