Ancient Greek
SB 16 12689
Documentary Papyri, SB 16 12689
Not analysed yet
……υ… …ἀπεγραψάμην τῷ διεληλυθότι α ἔτει Ἀντωνίνου καὶ Οὐήρου κάμηλον τέλειον ἕνα καὶ πῶλον ἕνα . ἐπεὶ δὲ πέπρακα τῷ διεληλυθότι μηνὶ Τῦβι Θέωνι Σουχᾶ ἀπὸ ἀμφόδου Φρεμεὶ τὸν κάμηλον καὶ διεφθάρη ὁ πῶλος καὶ οὐκέτι ὑπάρχει μοι κάμηλος, ἐπιδίδωμι τὸν ἀπολογισμόν. Στοτοῆτις ὡς ἐτῶν λε ἄσημος. ἔτους β Ἀντωνείνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν …