Ancient Greek
12692.3.41 to 12692.3.58
Documentary Papyri, SB 16 12692.3.41-58
Not analysed yet
ὁ σύνδικος αὐτῷ εἶπεν· ὃν φῇς ἔχειν μετὰ χεῖρας θεῖον καὶ προσκυνητὸν νόμον ἀνάγνωθι. καὶ ἀνέγνω οὕτως· οἱ δεσπόται ἡμῶν Κωνσταντῖνος Σεβαστὸς καὶ Κωνσταντῖνος καὶ Κωνστάντιος ἐπιφανέστατοι Καίσαρες Ἀγριππίνῳ βουλευτῇ· καὶ παλαιᾶς νομῆς εἰς τοσοῦτον ἤρεσεν ἔχεσθαι τὸν λογισμὸν ἵνα ἀπʼ ἐκείνων εἰ συνέστηκεν τὸ …περὶ οὗ ἐστιν ἡ ζήτησις τεσσεράκοντα ἔτεσιν νενεμῆσθαι μηδὲ τὸν κανόνα τῆς νομῆς ζητεῖσθαι. ἤρεσεν καὶ δικαίου κανόνος …ρ…κοντος τῇ τῆς δεκαετίας ἢ εἰκοσαετίας παραγραφῇ τὴν κάτοχον βοηθεῖσθαι καὶ τὰ ἑξῆς. μετὰ τὴν ἀνάγνωσιν ὁ σύνδικος Ἀλεξάνδρῳ εἶπεν· ὀφείλεις καὶ τὴν γεγενημένην εἰς αὐτοὺς παραχώρησιν ἀναγνῶναι ἵνʼ εἰδῶμεν τὸ διάστημα τοῦ χρόνου καὶ τὰ ἀκόλουθα τῷ θείῳ νόμῳ πραχθῆναι δυνηθῇ. Ἀλέξανδρος εἶπεν· εἴτε ἐξεποιήθησαν εἴτε παρεχωρήθησαν οὐκ εἴσμεν· παλαιὸς γάρ ἐστιν ὁ χρόνος. ὁ σύνδικος τῷ ῥήτορι Θεοδώρῳ εἶπεν· πόσος ἐστὶν χρόνος ἀφʼ οὗ ὁ πατὴρ ὑμῶν ἐτελεύτησεν; Θεόδωρος εἶπεν· οὐκ ἔστιν πολὺς χρόνος. Ἀλέξανδρος εἶπεν· παρελήλυθεν τεσσαρακονταετὴς χρόνος καὶ πρός, αὐτῶν νεμομένων ταύτας τὰς ἀρούρας. ὁ σύνδικος αὐτῷ εἶπεν· πόσα δέ ἐστιν ἔτη ἀπὸ τῆς καταπατήσεως Σαβίνου τοῦ κηνσιτορεύσαντος; Θεόδωρος εἶπεν· μάλα μόλις τριάκοντα καὶ τρία . ὁ σύνδικος αὐτῷ εἶπεν· καὶ τίς κατὰ τὸν πέρυσι ἐνιαυτὸν συνεκομίσατο; Θεόδωρος εἶπεν· οἱ ἀπὸ τῆς κώμης. Νεῖλος ἐντολικάριος εἶπεν· οἱ ἀπὸ τῆς κώμης. Θεόδωρος εἶπεν· φυγῇ χρησαμένων τῶν πρὸς ἐμοῦ βοηθουμένων ἔτεσιν πέντε καὶ πρός, καὶ ἐπὶ τῆς ἀλλοδαπῆς διατριβόντων, οἱ ἀπὸ τῆς κώμης ἐπειδήπερ εἰς αὐτοὺς διέβαινεν τὰ ὑπὲρ τῶν ἀρουρῶν τελούμενα ἐγεώργησαν τὴν γῆν· εἶτα τῶν βοηθουμένων ἐπανελθόντων ἐπὶ τὴν θρεψαμένην, παραδέδωκαν μὲν αὐταῖς τὰς ἀρούρας, παραδέδωκαν δὲ καὶ τὰ ἀπὸ ὀνόματος Ἀτισίου ἀλλοτρίαις παντάπασιν καθεστηκυίαις τῶν δεσποτῶν ἑστηκότων. τούτου ἕνεκεν καταπεφεύγασιν ἐπὶ τὸν κύριόν μου τὸν λαμπρότατον ἔπαρχον τῆς Αἰγύπτου Φλάουιον Φιλάγριον ἀξιοῦσαι μηδαμῶς ἐνοχλεῖσθαι προφάσει τῶν αὐτῶν γῃδίων, ἀλλʼ ἕκαστον τὰ ἑαυτοῦ γῄδια ἔχειν καὶ μὴ ὑπέραλλα κατέχεσθαι. ἐπεὶ τοίνυν πάρεισιν καὶ οἱ ἀπὸ τῆς κώμης οἱ δυνάμενοι καταθέσθαι τίνων εἴη τὰ γῄδια καὶ τίς τὴν κατασπορὰν πεποίηται τούτων, ἀξιῶ πύσματί σε αὐτοὺς προσαγαγεῖν. ὁ σύνδικος Γερμανῷ εἶπεν· τί λέγει ὁ παρὼν Γερμανός; κατὰ ποίαν πρόφασιν ταύτην τὴν γῆν ὑμεῖς κατεσπείρατε; διʼ Ἀνουβίωνος ἑρμηνεύοντος εἶπεν· εὐλαβῶς ἔχοντες μὴ εἰς ἡμᾶς τὰ τελέσματα ἔλθῃ κατεσπείραμεν ταύτας. ὁ σύνδικος εἶπεν· καὶ πόσος ἐστὶν χρόνος ἀφʼ οὗ αὐτὰς κατεσπείρατε;