Ancient Greek
SB 16 12696
Documentary Papyri, SB 16 12696
Not analysed yet
ἀντίγραφον ἐπιστάλματος· …Ἀπολινάριος στρατηγὸς Ἀρσινοίτου Ἡρακλείδου μερίδος Σαραπίωνι βασιλικῷ γραμματεῖ τῷ φιλτάτῳ πλεῖστα χαίρειν. τοῦ ἐπισταλέντος μοι βιβλιδίου ὑπὸ Αἰλίου Νουμισσιανοῦ στρατηγοῦ Θεμίστου καὶ Πολέμωνος μερίδων περὶ ὑπ…χ…των σιτολόγων Θεμίστου μερίδος τὸ ἀντίγραφόν σοι, φίλτατε, ἐπέστειλα ἵνʼ εἰδῇς καὶ τὰ ἴδια μέρη ἀναπληρώσῃς. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. ἔτους γ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ κβ. Αἴλιος Νουμισσιανὸς στρατηγὸς Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων Ἀπολιναρίῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος τῷ φιλτάτῳ χαίρειν. βιβλιδίου ἐπιδοθέντος μοι παρὰ Κάστορος υἱοῦ Μαρίωνος γεγυμνασιαρχηκότος καὶ Διδύμου Ἡρακλείδου καὶ τῶν σὺν αὐτῷ διακριτῶν ἐκθέσεων Θεμίστου περὶ ὑπ…χον… τὸ ἀντίγραφόν σοι, φίλτατε, ἐπέστειλα ἵνʼ εἰδῇς καὶ περὶ τῶν …οντων τὸ …ν ποιήσῃ. ἐρρῶσθαί σε εὔχομαι, φίλτατε. δια …γραμματέως. ἔτους γ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ κα. Αἰλίῳ Νουμισσιανῷ στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Κάστορος υἱοῦ Μαρίωνος γεγυμνασιαρχηκότος καὶ Διδύμου Ἡρακλείδου καὶ τῶν σὺν αὐτῷ διακριτῶν ἐκθέσεων Θεμίστου ……αδοθέντων …νως …ἡμῖν ……οτ… …φ…