Ancient Greek
SB 14 11286
Documentary Papyri, SB 16 12700
Not analysed yet
Φιλῖνος Φιλίνου Πέρσης τῆς ἐπιγονῆς καὶ ἡ γυνὴ …Εὐδαίμονος Περσίνη μετὰ κυρίου τοῦ ἀνδρὸς τῷ …σενθέως καὶ τῇ γυναικὶ Θαισαρίῳ τοῦ …μετὰ κυρίου τοῦ ἀνδρὸς χαίρειν. ὁμολογοῦμεν ἔχειν παρʼ ὑμῶν ἐπὶ τοῦ πρὸς Ὀξυρύγχων πόλει Σαραπείου διὰ τῆς Ἁρποκρατίωνος τοῦ Ἀπερῶτος ἰδιωτικῆς τραπέζης ἀργυρίου νομίσματος δραχμὰς ἑκατὸν γίνονται ἀργυρίου δραχμαὶ ρ κεφαλαίου ἃς καὶ ἀποδώσομεν ὑμῖν τῇ τριακάδι τοῦ ……τοῦ ἐνεστῶτος …ἔτους Καίσαρος, χωρὶς πάσης ὑπερθέσεως ……τοῦ …ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης. ἔτους …Καίσαρος Φαμενὼθ α. ἔτους …Καίσαρος Φαμενὼθ α διὰ τῆς Ἁρποκρατίωνος τοῦ Ἀπερῶτος τραπέζης γέγονεν ἡ διαγραφή …απ…αμιησθενος