Ancient Greek
SB 16 12743
Documentary Papyri, SB 16 12743
Not analysed yet
Ὠφελᾶς Νεμεσίωνος τοῦ Ἀνουβίωνος Ματίδιος ὁ καὶ Πλωτείνιος ὡς ἐτῶν …ὑπὲρ υἱοῦ Φιλαντινόου τοῦ καὶ Ἰσιδώρου ἡμερῶν εἴκοσι πέντε εἰς μῆνα Ληναιῶνα Φαῶφι α τοῦ ἐνεστῶτος κα ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου. γνωστῆρες· Ἰσίδωρος Ὡρίωνος Ματίδιος ὁ καὶ Θεσμοφόρειος, Ἀμμώνιος Λεωνίδου τοῦ Πολυδεύκους Ματίδιος ὁ καὶ Δημητριεύς, Σωτὴρ Ἡρακλείου τοῦ Λυσιμάχου Ματίδιος ὁ καὶ Μαρκιάνιος. ἔτους κα Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ληναιῶνος Φαῶφι λ. ἐπὶ πρυτάνεως Ζωπύρου Διονυσίου. Φάβιος Διονυσίου σεσημείωμαι.